Ancient Greek
Page 12
Vitae Arati Et Varia De Arato, Vita Arati (+ Vita 2) (e codd. Matrit. 4691 % 4629) 12
Not analysed yet
μῃ, φίλον δὲ γνήσιον γεγονότα Νικάνδρου τοῦ μαθηματικοῦ γράψαι τε τὰ Θηριακὰ καὶ δοῦναι Νικάνδρῳ καὶ λαβεῖν παρ' αὐτοῦ τὰ Φαινόμενα καὶ ἴδια ὑπογράψαι. ἔστι δὲ τριχῶς ἡ τῶν Φαινομένων αὐτοῦ πραγματεία, καταστέρωσις καὶ περὶ συνανατελλόντων καὶ συνδυνόντων καὶ προγνώσεις διὰ σημείων. ζηλωτὴς δὲ ἐγένετο τοῦ ὁμηρικοῦ χαρακτῆρος κατὰ τὴν τῶν ἐπῶν σύνθεσιν. ἔνιοι δὲ αὐτὸν λέγουσιν Ἡσιόδου μᾶλλον ζηλωτὴν γεγονέναι. καθάπερ γὰρ ὁ Ἡσίοδος τῶν Ἔργων καὶ Ἡμερῶν ἀπαρχόμενος τῶν ὕμνων ἀπὸ Διὸς ἤρξατο λέγων „Μοῦσαι Πιερίηθεν ἀοιδῇσι κλείουσαι, /δεῦτε Δί' ἐννέπετε“, οὕτω καὶ ὁ Ἄρατος τῆς ποιήσεως ἀρχόμενος ἔφη „ἐκ Διὸς ἀρχώμεσθα“· τά τε περὶ τοῦ χρυσοῦ γένους ὁμοίως τῷ Ἡσιόδῳ, <καὶ> κατὰ πολλοὺς ἄλλους μύθους. Βοηθὸς δὲ ὁ Σιδώνιος ἐν τῷ πρώτῳ περὶ αὐτοῦ φησιν οὐχ Ἡσιόδου αὐτὸν ζηλωτήν, ἀλλ' Ὁμήρου γεγονέναι· τὸ γὰρ πλάσμα τῆς ποιήσεως μεῖζον ἢ κατὰ Ἡσίοδον. πολλοὶ μὲν γὰρ καὶ ἄλλοι Φαινόμενα ἔγραψαν, καὶ Κλεόπατρος καὶ Σμίνθης καὶ Ἀλέ-