Ancient Greek
Page 13
Vitae Arati Et Varia De Arato, Vita Arati (+ Vita 2) (e codd. Matrit. 4691 % 4629) 13
Not analysed yet
ξανδρος ὁ Αἰτωλὸς καὶ Ἀλέξανδρος ὁ Ἐφέσιος καὶ Ἀλέξανδρος ὁ Λυκαΐτης καὶ Ἀνακρέων καὶ Ἀρτεμίδωρος καὶ Ἵππαρχος καὶ ἄλλοι πολλοί, ἀλλ' ὅμως λαμπροτέρα γέγονε πάντων ἡ Ἀράτου δύναμις ἐπισκοτήσασα τοῖς ἄλλοις. ἐχρήσατο γὰρ τῇ τῶν φυσικῶν φιλοσόφων δυνάμει. εἶναι γάρ φησι τὸ διοικοῦν τὸν κόσμον ἀκριβῶς περί τε τοὺς ἐνιαυτοὺς καὶ μῆνας καὶ ἡμέρας καὶ ὥρας καὶ ἀνατολάς τε καὶ δύσεις ἡλίου καὶ σελήνης καὶ τῶν πέντε ἀστέρων. λέγει δὲ καὶ τὴν γῆν σφαιροειδοῦς σημείου τάξιν ἐπέχειν πρὸς τὸν ὅλον κόσμον, ἀκινητόν τε ὑπάρχειν, οὖσαν σταδίων μυριάδων εἴκοσι πέντε καὶ δισχιλίων. λέγουσι δέ τινες καὶ περὶ τοῦ προοιμίου ὅτι τοῦτο τὸ νῦν ὂν οὐκ ἔστιν αὐτοῦ, ἀλλ' ἐπιγεννητόν, τὸ δὲ ἀληθινὸν αὐτοῦ φασιν εἶναι τοῦτο· „Ἀγκλείδη, ξείνων ἱερὸν θάλος“. καὶ περὶ μὲν τοῦ βίου καὶ τοῦ γένους καὶ τῆς παιδείας καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ τῶν συνακμασάντων εἰρήκαμεν.