Ancient Greek · ~2 min
Section 15
Vitae Homeri, Vita Herodotea 15
Not analysed yet
ιε'. Μετὰ τοῦτο ἀπαλλάσσεται ἐκ τῆς Κύμης ἐς Φωκαίην, Κυμαίοις ἐπαρησάμενος μηδένα ποιητὴν δόκιμον ἐν τῇ χώρᾳ γενέσθαι ὅστις Κυμαίους ἐπαγλαϊεῖ. ἀπικόμενος δὲ ἐς Φωκαίην τῷ αὐτῷ τρόπῳ ἐβιότευσεν, ἔπεα ἐνδεικνύμενος ἐν ταῖς λέσχαις κατίζων. ἐν δὲ τῇ Φωκαίῃ τοῦτον τὸν χρόνον Θεστορίδης τις ἦν γράμματα διδάσκων τοὺς παῖδας, ἀνὴρ οὐ κρήγυος· κατανοήσας δὲ τοῦ Ὁμήρου τὴν ποίησιν λόγους τοιούσδε αὐτῷ προσήνεγκε, φὰς ἕτοιμος εἶναι θεραπεύειν καὶ τρέφειν αὐτὸν ἀναλαβών, εἰ ἐθέλοι ἅ γε πεποιημένα εἴη αὐτῷ τῶν ἐπέων ἀναγράψασθαι καὶ ἄλλα ποιῶν πρὸς ἑωυτὸν ἀναφέρειν αἰεί.