Ancient Greek · ~2 min
Section 30
Vitae Homeri, Vita Herodotea 30
Not analysed yet
λʼ. Πορευόμενος δὲ ἐγχρίμπτεται γυναιξὶ Κουροτρόφῳ θυούσαις ἐν τῇ τριόδῳ. ἡ δὲ ἱέρεια εἶπε πρὸς αὐτόν, δυσχεράνασα τῇ ὄψει, ἄνερ ἀπὸ τῶν ἱερῶν. ὁ δὲ Ὅμηρος ἐς θυμόν τε ἔβαλε τὸ ῥηθέν, καὶ ἤρετο τὸν ἄγοντα τίς τε εἴη ὁ φθεγξάμενος, καὶ τίνι θεῶν ἱερὰ θύεται. ὁ δὲ αὐτῷ διηγήσατο ὅτι γυνὴ εἴη Κουροτρόφῳ θύουσα. ὁ δʼ ἀκούσας λέγει τάδε τὰ ἔπεα· κλῦθι μοι εὐχομένῳ Κουροτρόφε, δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀνήνασθαι φιλότητα καὶ εὐνήν, ἡ δʼ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.