Ancient Greek · ~36 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 19.1
Not analysed yet
Ὅτι Σαδυάττης ὁ Λυδῶν βασιλεὺς, Ἀλυάττεω παῖς, ἦν μὲν τὰ πολέμια γενναῖος, ἄλλως δὲ ἀκόλαστος. Καὶ γάρ ποτε τὴν ἑαυτοῦ ἀδελφὴν, γυναῖκα Μιλήτου, ἀνδρὸς δοκίμου, καλέσας ἐφ ̓ ἱερὸν βίᾳ ᾔσχυνεν, καὶ τὸ λοιπὸν αὐτὴν ἴσχει γυναῖκα. Ὁ δὲ Μίλητος ἦν Μέλανος τοῦ Γύγου γαμβροῦ ἀπόγονος. Δυσανασχετῶν δὲ ἐπὶ τούτοις, φεύγων ᾤχετο εἰς Δασκύλιον. Σαδυάττης δὲ κἀκεῖθεν αὐτὸν ἐξέωσεν. Ὁ δὲ ἀπεχώρησεν εἰς Προκόννησον. Σαδυάττης δὲ ὀλίγον ὕστερον ἔγημεν ἑτέρας δύο γυναῖκας ἀλλήλαις ἀδελφὰς, καὶ ἴσχει παῖδας, ἐκ μὲν τῆς Ἀττάλην, ἐκ δὲ τῆς Ἄδραμυν νόθους· ἐκ δὲ τῆς αὑτοῦ ἀδελφῆς γνήσιον Ἀλυάττην. Ὅτι Ἀλυάττης ὁ Σαδυάττεω υἱὸς, βασιλεὺς Λυδῶν, ἕως μὲν νέος ἦν, ὑβριστὴν ἦν καὶ ἀκόλαστος, ἐκβὰς δὲ εἰς ἄνδρα, σωφρονέστατος καὶ δικαιότατος. Ἐπολέμησε δὲ Σμυρναίοις, καὶ εἷλεν αὐτῶν τὸ ἄστυ. Ὅτι Ἀλυάττης ὁ Κροίσου πατὴρ, τοῦ Λυδῶν βασιλέως, ἐπὶ Καρίαν στρατεύων, περιήγγειλε τοῖς ἑαυτοῦ στρατὸν ἄγειν εἰς Σάρδεις ἐν ἡμέρᾳ τακτῇ, ἐν οἷς καὶ Κροίσῳ, ὅστις ἦν αὐτοῦ πρεσβύτατος τῶν παίδων, ἄρχειν ἀποδεδειγμένος Ἀδραμυττίου καὶ Θήβης πεδίου. Ὁ δὲ, ὡς φασὶν, ὑπὸ ἀκολασίας οὐχ οἷός τε ἦν, καί πως διεβέβλητο πρὸς τὸν πατέρα. Βουλόμενος δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπολύσασθαι τὰς αἰτίας, καὶ ἀπορῶν ὁπόθεν μισθώσαιτο ἐπικούρους(μισθωτοῖς γὰρ ἐχρῶντο), ἦλθεν ἐπὶ Σαδυάττην τὸν ἔπαρχον πλουσιώτατον Λυδῶν ὄντα, δανείζεσθαι βουλόμενος. Ὁ δὲ αὐτὸν πρῶτον ἀναμένειν ἐκέλευσεν πρὸ τῶν θυρῶν, ἄχρι λούσηται· μετὰ δὲ ἐντυγχάνοντι ἀποκρίνεται, ὅτι πολλοὶ παῖδες εἶεν Ἀλυάττῃ, οἷς πᾶσιν εἰ δεήσοι αὐτὸν ἀργύριον διδόναι, οὐκ ἐξαρκέσει· οὐκοῦν (Kuster. Οὔκουν) δοῦναι δεομένῳ. Κροῖσον δὲ ἀποτυχόντα τἀνθρώπου εἰς Ἔφεσον ἀφικέσθαι κατὰ ζήτησιν ἀργυρίου. Καὶ τότε μὲν εὔξασθαι τᾗ Ἀρτέμιδι, εἰ βασιλεύσειε, τὸν οἶκον ἅπαντα καθιερώσειν τοῦ ἐμπόρου. Ἦν δέ τις Κροίσῳ φίλος, ἀνὴρ Ἴων, ὄνομα Παμφάης, υἱὸς Θεοχαρίδου εὖ μάλα εὐπόρου. Οὗτος ὁρῶν τὴν Κροίσου σπουδὴν, ἐδεήθη τοῦ πατρὸς χιλίους στατῆρας δοῦναί οἱ πάσῃ μηχανῇ. Τυχὼν δὲ παρ ̓ αὐτοῦ, δίδωσι Κροίσῳ. Ἀνθ ̓ ὧν μέγαν τε αὐτὸν Κροῖσος ὕστερον ἐποίησε βασιλεὺς γενόμενος, καὶ εἰς τὴν ἀκρόπολιν εἰσαγαγὼν ἄμαξαν αὐτῷ ἔδωκεν μεστὴν χρυσίου· τὸν δὲ τοῦ ἐμπόρου οἶκον Ἀρτέμιδι καθιέρωσε, καὶ αὐτὰ τὰ θεμέλια ἀποδόμενος διὰ τὴν εὐχὴν, ὡς μηδὲν λείποιτο. Ὁ δὲ Κροῖσος τοὺς χιλίους λαβὼν χρυσοῦς, στράτευμά τε ἤγειρε, καὶ πρῶτος εἰς τὴν κυρίαν ἡμέραν ἄγων ἔδειξε τῷ πατρὶ, καὶ συνεισέβαλεν εἰς τὴν Καρίαν. Κρείττων δὲ ἐξ ἐκείνου τοῦ ἔργου τῶν αὐτὸν διαβαλλόντων γίνεται. Ὅτι Κῦρος ὁ Περσῶν βασιλεὺς ἦν φιλοσοφίας, εἰ καί τις ἄλλος, ἔμπειρος, ἥντινα παρὰ τοῖς μάγοις ἐπαιδεύθη. Δικαιοσύνην τε καὶ ἀλήθειαν ἐδιδάχθη κατὰ δή τινας πατρίους νόμους καθεστῶτας Περσῶν τοῖς ἀρίστοις· ὃς καὶ μετεπέμψατο Σίβυλλαν ἐξ Ἐφέσου τὴν Ἡροφίλαν καλουμένην χρησμῳδόν. Ὅτι ὁ Κῦρος ᾤκτειρε Κροῖσον τὸν Λυδῶν βασιλέα διὰ τὴν ἀρετήν. Καὶ οἱ Πέρσαι μεγάλην ἔνησαν πυρὰν Κροίσῳ ὑπό τινα ὑψηλὸν τόπον, ἀφ ̓ οὗ ἔμελλον θεάσασθαι τὰ γινόμενα. Καὶ μετὰ ταῦτα Κῦρος ἐξήλαυνεν ἐκ τῶν βασιλείων, καὶ ἡ δύναμις παρῆν ἅπασα, πολύς τε ὅμιλος καὶ ἀστῶν καὶ ξένων. Ὀλίγον δ ̓ ὕστερον θεράποντες ἦγον Κροῖσον δεσμώτην, καὶ Λυδῶν δὶς ἑπτά. Ὡς δὲ ἐθεάσαντο Λυδοὶ, πάντες οἰμωγῇ καὶ στόνῳ ἀνέκλαυσαν, καὶ ἔπληξαν τὰς κεφαλάς. Τοσοῦτος δ ̓ ἐκ τοῦ ὁμίλου κωκυτὸς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν μετὰ δακρύων καὶ βοῆς ἐξεῤῥάγη, ὁπόσος οὐδὲ ἁλισκομένης τῆς πόλεως. Τότε δή τις ἂν καὶ τὴν τύχην ᾤκτειρε, καὶ Κροῖσον ἐθαύμασε τῆς πρὸς τοὺς ἀρχομένους φιλίας. Ὥσπερ γὰρ πατέρα ἑωρακότες, οἱ μὲν τὰς ἐσθῆτας κατεῤῥήγνυντο, οἱ δὲ τὰς κόμας ἔτιλλον· γυναικῶν δὲ ἡγεῖτο πληθὺς μυρία μετὰ κόμμου καὶ ὀλολυγῆς. Αὐτὸς δὲ ἄδακρυς προσῄει καὶ σκυθρωπός. Ὁ δὲ Κῦρος ταῦθ ̓ ὁρῶν γινόμενα οὐκ ἐκώλυε, βουλόμενος καὶ τοὺς Πέρσας οἶκτόν τινα λαβεῖν αὐτοῦ. Ὡς δὲ προϊὼν κατ ̓ αὐτὸν γίνεται ὁ Κροῖσος, ἐφθέγξατο μεγάλῃ τῇ φωνῇ, δεόμενος τὸν υἱὸν ἀχθῆναί οἱ, ὃς οὐκέτι ἐπεπήρωτο τὴν φωνὴν, ἐξότου τὸ πρῶτον ἐφθέγξατο· ἦν δὲ καὶ τἄλλα ἔμφρων. Καὶ ὁ Κῦρος ἄγειν ἐκέλευσε τὸν νεανίσκον. Καὶ μετ ̓ οὐ πολὺ ἤγετο ἑπομένων αὐτῷ πολλῶν ἡλίκων. Θεασάμενος δὲ αὐτὸν ὁ κροῖσοςοὐκέθ ̓ ὁ αὐτὸς ἦν, ἀλλα τότε πρῶτον ἐδάκρυσεν. Ὁ δὲ μετὰ κλαυθμοῦ καὶ βοῆς προσπεσὼν πρὸς τὸν Κροῖσον, Οἴ μοι, πάτερ, ἔφη, ἡ σὴ εὐσέβεια. Πότε δ ̓ ἡμῖν οἱ θεοὶ βοηθήσουσιν; Ἀποβλέψας δὲ εἰς τοὺς Πέρσας, Ἄγεθ ̓, ἱκετεύω, κἀμὲ, ἔφη, καὶ συνεμπρήσατε· κἀγὼ γὰρ ὑμῶν πολέμιος εἰμὶ οὐχ ἧττον ἢ ὁ πατήρ. Καὶ ὁ Κροῖσος, Οὐκ ὀρθῶς λέγεις, ἔφη, μόνος γὰρ ἐγὼ τὸν πόλεμον ἐξήνεγκα, ὑμῶν δὲ καὶ τῶν ἄλλων Λυδῶν οὐδείς· ἐμὲ χρὴ καὶ τὴν τιμωρίαν ὑποσχεῖν. Ἐμφυεὶς δὲ τῷ πατρὶ ὁ νεανίσκος οὐκέτ ̓ ἀφίστατο· ἀλλ ̓ ὀδυρόμενος οἴκτου πάντα ἐνέπλησεν, ἀφιεὶς καὶ ἑαυτὸν ἄγειν ἐπὶ πυράν. Οὐ γὰρ, ἔφη, λελείψομαι τῆς σῆς μοίρας, ὦ πάτερ. Εἰ δὲ νῦν με οὐκ ἐάσουσιν, ἀλλὰ προσδέχου μοι ταχύ. Τίς ἔτι μοι τοῦ βίου ἐλπίς; ὃς, ἐξ ὅτου περ ἔφυν, ἀεὶ μέν σοι λυπηρὸς ἦν, ἀεὶ δ ̓ ἐμαυτῷ· εὐτυχοῦντα μὲν ἐκτρεπόμενος ὑπ ̓ αἰδοῦς διὰ τὴν τότε μοι προσοῦσαν ἀφωνίαν τε καὶ λώβην· ἐπεὶ δ ̓ ἠρξάμεθα δυστυχεῖν, τότε πρῶτον φωνὴν ἀφῆκα, καί μ ̓ εἰς τοῦτο μόνον ἤρθρωσαν οἱ θεοὶ, ὅπως ἂν ὀδύρωμαι τὰς ἡμετέρας τύχας. Ὁ δὲ πατὴρ ἔφη· Μὴ παντάπασιν, ὦ παῖ, σεαυτὸν ἀπογνῷς νέος ὢν, καὶ πολλοῦ σοι ἔτι ὄντος τοῦ λοιποῦ βίου, ὅπου γε κἀμοὶ λείπεταί τις ἐλπὶς ὅμως, καὶ οὔπω τἀκ θεοῦ ἀπέγνων. Ἅμα δὲ ταῦτα λέγοντι προσῄεσαν πολλαὶ δή τινες θεράπαιναι, κομίζουσαι ἐσθῆτας πολυτελεῖς καὶ ἄλλον παμπληθῆ κόσμον, ὃν ἔπεμψαν συγκατακαησόμενον αἱ τῶν Λυδῶν γυναῖκες. Ὁ δὲ τὸν υἱὸν ἀσπασάμενος καὶ τοὺς ἐν κύκλῳ Λυδοὺς, ἐπὶ τὴν πυρὰν ἤει. Καὶ ὁ παῖς εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνασχὼν, Ὦναξ Ἄπολλον καὶ θεοὶ πάντες, εἶπεν, οὕστινας ὁ πατὴρ ἐτίμησεν, ἔλθετε νῦν γε ἡμῖν βοηθοὶ, καὶ μὴ συναπόλλυται Κροίσῳ πᾶσα ἀνθρώπων εὐσέβεια. Ταῦτα εἰπόντα μόλις ἀπῆγον οἱ φίλοι, βιαζόμενον εἰς τὴν πυρὰν αὑτὸν συνεμβάλλειν. Κροίσου δὲ ἐπιβαίνοντος, αὐτῇ, ἡ Σίβυλλα ὤφθη ἀπό τινος ὑψηλοῦ χωρίου καταβαίνουσα, ἵνα καὶ αὐτὴ ἴδῃ γινόμενα. Ταχὺ δὲ θροῦς ἦλθε διὰ τοῦ ὁμίλου, ὅτι ἡ χρησμῳδὸς ἥκει, καὶ ἐν προσδοκίᾳ πάντες ἐγένοντο, εἴ τι πρὸς τὰ παρόντα θειάσειε. Καὶ μετ ̓ οὐ πολὺ ἔντονόν τι φθεγξαμένη βοᾷ· Ὠ μέλεοι, τί σπεύδεθ ̓ ἃ μὴ θέμις; οὐ γὰρ ἐάσει Ζεὺς ὕπατος Φοῖβός τε καὶ ὁ κλυτὸς Ἀμφιάραος. Ἀλλά γ ̓ ἐμῶν ἐπέων πείθεσθε ἀψευδέσι χρησμοῖς, μὴ κακὸν οἶτον ὄλοισθε παρὲκ θεοῦ ἀφραίνοντες. Κῦρος δ ̓ ἀκούσας ἐκέλευσε τὸν χρησμὸν διενεγκεῖν τοῖς Πέρσαις, ὡς ἐξευλαβηθεῖεν ἁμαρτάνειν. Οἱ δὲ δι ̓ ὑποψίας γίνονται, ὡς κατεσκευασμένης, ἵνα σώζοιτο Κροῖσος. Ὁ δ ̓ ἤδη ἐπὶ τῆς πυρᾶς καθῆστο, καὶ σὺν αὐτῷ δὶς ἑπτὰ Λυδῶν, ἐν κύκλῳ δὲ Πέρσαι δᾷδας ἔχοντες ἧπτον. Σιωπῆς δὲ γενομένης στενάξας μέγα εἰς τρὶς ἀνακαλεῖται πάλιν Σόλωνα. Καὶ ὁ Κῦρος ἀκούσας ἐδάκρυσεν, ἐννοηθεὶς ὅτι νεμεσητὰ δρᾷ, βιασθεὶς ὑπὸ Περσῶν, βασιλέα οὐδὲν ἐλάττονα αὐτοῦ τὴν τύχην ἐμπιπράς. Συνεκέχυντο δὲ ἤδη καὶ Πέρσαι τὰ μὲν ἐπὶ Κροίσῳ, τὰ δὲ ἐπὶ σφετέρῳ βασιλεῖ, ὁρῶντες ἀχθόμενον ἐπὶ τούτοις, καὶ ἐκέλευον σώζειν Κροῖσον. Ταχὺ δὲ Κῦρος πέμψας τοὺς ἀμφ ̓ αὐτὸν, ἐκέλευσε τὴν πυρὰν σβεννύναι. Ἡ δὲ ᾔθετο, καὶ οὐκέθ ̓ οἷόν τ ̓ ἦν ἐξημμένην ἐν κύκλῳ προσιέναι τινά. Φασὶ δὴ Κροῖσον ἐμβλέψαντα εἰς τὸν οὐρανὸν εὔξασθαι τῷ Ἀπόλλωνι ἀρῆξαί οἱ, ὁπότε καὶ οἱ ἐχθροὶ σώζειν αὐτὸν ἐθέλοντες οὐ δύναιντο. Χειμὼν δ ̓ ἔτυχε τὴν ἡμέραν ἐκείνην ἐξ ἠοῦς, οὐ μὴν ὑετός γε. Κροίσου δ ̓ εὐξαμένου ζοφερὸς ἐξαίφνης ἀὴρ συνέδραμε νεφούμενος πάντοθεν, βρον- ταί τε γίνονται καὶ ἀστραπαὶ συνεχεῖς· τοσοῦτος δὲ κατεῤῥάγη ὑετὸς, ὥστε μὴ μόνον τὴν πυρὰν σβεσθῆναι, ἀλλὰ καὶ τοὺς ἀνθρώπους μόλις ἀντέχειν. Κροίσῳ μὲν οὖν ταχὺ στέγασμα πορφυροῦν ὑπερέτεινον· τοῖς δὲ ἀνθρώποις τὰ μὲν ὑπὸ ζόφου καὶ λαίλαπος ταραττομένοις, τὰ δὲ ὑπὸ τῶν ἀστραπῶν, καταπατουμένοις ὑπὸ τῶν ἵππων τραχυνομένων πρὸς τὸν ψόφον τῶν βροντῶν, δείματα δαιμόνια ἐνέπιπτεν, καὶ οἵ· τε τῆς Σιβύλλης χρησμοὶ καὶ τὰ Ζωροάστρου λόγια εἰσῄει. Κροῖσον μὲν οὖν ἐβόων ἔτι μᾶλλον ἢ πάλαι σώζειν· αὐτοὶ δὲ καταπίπτοντες εἰς γῆς προσεκύνουν, εὐμένειαν παρὰ τοῦ θεοῦ αἰτούμενοι. Φασὶ δέ τινες Θαλῆν προειδόμενον ἔκ τινων σημείων ὄμβρον γενησόμενον καὶ ἀναμένειν τὴν ὥραν ἐκείνην. Τόν γε μὴν Ζωροάστρην Πέρσαι ἀπ ̓ ἐκείνου διεῖπαν, μήτε νεκροὺς καίειν, μήτ ̓ ἄλλως μιαίνειν πῦρ, καὶ πάλαι τοῦτο καθεστὼς τὸ νόμιμον τότε βεβαιωσάμενοι. Κῦρος δ ̓ εἰς τὰ βασίλεια Κροῖσον ἄγων παρεκάλει τε καὶ ἐφιλοφρο νεῖτο, πειθόμενος εἶναι θεοσεβέστατον· ἐκέλευέ τε, εἴ τι βούλεταί οἱ γενέσθαι, μὴ ὀκνεῖν, ἀλλ ̓ αἰτεῖσθαι. Ὁ δὲ εἶπεν· Ὦ δέσποτα, ἐπεί μέ σοι θεοὶ ἔδοσαν, σύ τε χρηστὰ ἐπαγγέλλεις, αἰτοῦμαί σε δοῦναί μοι πέμψαι Πυθῶδε τὰς πέδας τάσδε, καὶ τὸν θεὸν ἐρέσθαι, τί παθὼν ἐξηπάτα με τοῖς χρησμοῖς ἐπάρας στράτευειν ἐπί σε ὡς περιεσόμενον, ἐξ ὅτου αὐτῷ τάδε ἀκροθίνια πέμπω (δείξας τὰς πέδας), καὶ τί δήποτε ἀμνημονοῦσι χάριτος οἱ τῶν Ἑλλήνων θεοί. Κῦρος δὲ γελάσας καὶ τάδε ἔφη δώσειν καὶ ἄλλων οὐκ ἀτυχήσειν αὐτὸν μειζόνων. Κῦρος δὲ ὀλίγου χρόνου φίλον ἐπεποίητο Κροῖσον, ἐξιών τε ἐκ Σάρδεων ἀπέδωκε παῖδας καὶ γυναῖκας, καὶ σὺν αὐτῷ ἀπήγετο. Φασὶ δέ τινες καὶ ἐπιτρέψαι ἂν αὐτῷ τὴν πόλιν, εἰ μὴ ᾤετο νεωτεριεῖν.