Ancient Greek · ~1 min
20 to 22
XANTHUS, Fragmenta 20-22
Not analysed yet
Εὐπάτρια, πόλις Λυδῶν· οἱ πολῖται Εὐπατρίδαι, μᾶλλον δὲ Εὐπατρεῖς. Ξ. Ἐν γ' Λυδικῶν Ἀστελέβη, πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν· οἱ οἰκοῦντες Ἀστελεβαῖοι. Ἀστερία, πόλις Λυδίας· Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν λέγεται καὶ Ἀστερίς· ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος.