Ancient Greek
2 to 3
Xenarchus Comic., Fragmenta 2-3
Unproofread scanNot analysed yet
ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι. ἡ τἀραθοῦ γὰρ δαίμονος συνέσεισέ με ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς, ἡ τοῦ δὲ σωτῆρος Διὸς τάχιστά γε ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μ' ὀρᾷς. πίμπλη σὺ μὲν ἐμοί, σοὶ δ' ἐγὼ δώσω πιεῖν · ἀμυγδαλῆ μὲν παιξέτω παρ' ἀμυγδαλῆν. δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι. ὅπου γὰρ οὐσῶν μειράκων μάλ' εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ' ὁρᾶν εἰληθερούσας, στέρν' ἀπημφιεσμένας,