Ancient Greek
7 to 9
Xenarchus Comic., Fragmenta 7-9
Unproofread scanNot analysed yet
οἱ μὲν ποιηταὶ λῆρός εἰσιν· οὐδὲ ἓν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταῦτ’ ἄνω τε καὶ κάτω. τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία ῥαίνειν (ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ), εἴς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην εἶθ’ ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐπὶ μὲν παγούροις τοῖς θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὔρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλαττον δὲ μὴ ταχέως πάνυ συναρπάσομαι; καλόν γ’ ἂν εἴη. μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἶσον ἶσῳ. ἑπτὰ δὲ καπάνας ἕτρεφον εἰς Ὀλύμπια. τουτὶ τὸ κακὸν οὐκ ἔστ’ ἔτι κακόν, τὸ θνγάτριόν τέ μου σεσινάπικεν διὰ τῆς ξένης.