Ancient Greek · ~3 min
Play Pen
Xenarchus Comic., Fragmenta 1
Not analysed yet
Δεινὰ δεινὰ κοὐκ ἀνασχετὰ
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
ὅπου γὰρ οὐσῶν μειράκων μάλ' εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ' ὁρᾶν
εἰληθερούσας, στέρν' ἀπημφιεσμένας,
γυμνὰς ἐφεξῆς τ' ἐπὶ κέρως τεταγμένας·
ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ,
μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ,
μηδὲ δι' ὀπῆς κάτωθεν εἰσδῦναι στέγης,
μηδ' ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
αὗται βιάζονται γὰρ εἰσέλκουσί τε,
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
πατρίδια, τοὺς δ' ἀπφάρια, τοὺς νεωτέρους.
καὶ τῶνδ' ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
μεθ' ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους·
ἃς δ' οὔτ' ἰδεῖν ἔστ' οὔθ' ὁρῶντ' ἰδεῖν σαφῶς,
ἀεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον.
[δεδιότα ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα]
ἃς πῶς ποτ', ὦ δέσποινα ποντία Κύπρι,
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;