Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_XENION
XENION, Fragmenta 14
Not analysed yet
Ὤλερος, Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι· «Πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν πόλις, ἐφ ̓ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου.» Ὁ πολίτης Ὠλέριος, καὶ Ὠλερία Ἀθηνᾶ. Τὸ οὐδέτερον Ὠλέριον· φησὶ γὰρ οὕτω· «Τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δὲ ἑορτὴν Ὠλέρια προσαγορεύουσιν.»