Ancient Greek · ~5 min
Fragment 23
Xenocrates of Chalcedon, Fragmenta 23
Not analysed yet
23. Ἀλλὰ μὴν δέδεικται ἐν τῇ Φυσικῇ Ἀκροάσει, ἐν τοῖς περὶ κικήσεως λόγοις, ἐν οἷς ἀντέλεγε πρὸς Ξενοκράτην γραμμὰς ἀτόμους λέγοντα, ὅτι οὐκ εἰσὶν ἀδιαίρετοι γραμμαί, τοῦτ’ ἔστιν ὅτι οὐδὲν μέρος γραμμῆς ἐστιν ἀδιαίρετον, ἀλλ’ εἰς ἄπειρόν ἐστι διαιρετόν· οὐκ ἄρα ἐκ σημείων ἐστὶ γραμμή, οὐδ’ ἐκ γραμμῶν τὸ ἐπίπεδον, οὐδ’ ἐξ ἐπιπέδων τὸ στερεόν ταῦτα μὲν τὰ Ἀριστοτέλους, ὅπερ ἀεὶ ἔφην, ἀπαντῶντος πρὸς τὸ τοῦ λόγου φαινόμενον. Ῥητέον δὲ ὅτι εἴπερ τὰ ἐπίπεδα ἔλεγον μαθηματικὰ εἶναι, ὡς μῆκος μόνον καὶ πλάτος ἔχειν, οἱ ἐξ ἐπιπέδων τὰ στερεὰ λέγοντες καὶ εἰς τὰ ἐπίπεδα αὐτὰ ἀναλύοντες, καλῶς ὁ Ἀριστοτέλης καὶ ταῦτα αὐτοῖς ἐπήγαγε τὰ ἄτοπα καὶ τὰ ἑξῆς ἐπάξει. Εἰ δὲ φυσικὰ τὰ ἐπίπεδα λέγουσιν, ὡς μὴ μόνον μῆκος καὶ πλάτος ἀλλὰ καὶ βάθος ἔχειν, ὅπερ ἀρχὴν ἐν τοῖς φυσικοῖς καθιστάναι δυνατόν, οὐκέτι τῆ θέσει αὐτῶν ἕπεται τὰ ἄτοπα τὰ ἐπαγόμενα πρὸς τὰ ἐπίπεδα, ὡς μὴ βεβαθυσμένα. Ὅτι δὲ φυσικὰ καὶ οὐ μαθηματικὰ τὰ ἐπίπεδα ὑποτίθενται, δῆλον ἐκ τοῦ ἔνυλα λέγειν αὐτά· διὸ καὶ τὴν ὕλην πρότερον παραδόντες διεσχηματίσθαι ταύτην εἴδεσί τε καὶ ἀριθμοῖς λέγουσι. Καὶ αὐτὸς δὲ ὁ Τίμαιος ἐν τῷ οἰκείῳ συγγράμματι τάδε γέγραφεν· ἀρχαὶ μὲν ὦν τῶν γεννωμένων κτλ.