Ancient Greek · ~3 min
Fragment 22
Xenocrates of Chalcedon, Fragmenta 22
Not analysed yet
22. Ἐπεὶ δὲ καὶ Ξενοκράτης σοφὸς ἦν ἀνήρ, πῶς ἄρα τὰς ἀτόμους γραμμὰς ὑπετίθετο; Οὐδὲ γὰρ ἠγνόει τὴν φύσιν τοῦ μεγέθους, ἀλλ’ οὐδὲ τῷ εἴδει ἀδιαίρετον ἔλεγε· τοῦτο γὰρ οὐ μόνον αἱ ἐλάχισται γραμμαὶ ἔχουσιν, ἀλλὰ καὶ τὰ μέγιστα σώματα· μήποτε οὖν ου πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν ἐνίστατο ὁ Ξενοκράτης· οὐ γὰρ ἂν γεωμετρικὴν ἀρχὴν ἀνεῖλεν, γεωμετρικὸς ὢν ἀνήρ, ἀλλὰ πρὸς τὸ εἰς ἄπειρα διῃρῆσθαι, ὄντων ἀεί τινων ἀτμήτων μεγεθῶν, ἅτινα οὐδὲ ὑπὸ φύσεως ἰσχύει καθ’ αὑτὰ διαιρεῖσθαι διὰ σμικρότητα, ἀλλ’ ἑνωθέντα πάλιν ἄλλοις σώμασιν, οὕτω, τοῦ ὅλου διαιρουμένου, ἐν ἑαυτοῖς ἐκείνην δέχεται τὴν διαίρεσιν, ἣν μόνα ὄντα οὐκ ἂν ὑπέμεινεν. Ὡς οὖν ὁ Πλᾶτων ἐπίπεδα εἶπεν εἶναι τὰ πρῶτα καὶ ἐλάχιστα σώματα, οὕτως ὁ Ξενοκράτης γραμμὰς ἀδιαιρέτους μὲν διὰ σμικρότητα, διαιρετὰς δὲ καὶ αὐτὰς οὔσας τῇ φύσει.