Ancient Greek · ~2 min
Fragment 26
Xenocrates of Chalcedon, Fragmenta 26
Not analysed yet
26. Ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν· αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο μοναχῶς τὴν ἀπορίαν, ἐν οἷς καὶ τοῦτό φησιν ὅτι τῶν μεγεθῶν ἡ τομὴ δυνάμει μέν ἐστιν ἐπ’ ἄπειρον, ἐνεργείᾳ δ’ οὔ, ἀδύνατον γὰρ ἐνεργείᾳ γενέσθαι τὸ ἄπειρον· ὥστε καὶ ἡ κίνησις δυνάμει μὲν δι’ ἀπείρων ἐλεύσεται, ἐνεργείᾳ δὲ διὰ πεπερασμένων· οὐδὲ γὰρ κατὰ σημεῖον γίνεται ἡ κίνησις, ἀλλὰ κατὰ μέγεθος ὡρισμένον. Διχοτομίαν δὲ ἐκάλεσε τὴν Ζήνωνος ἐπιχείρησιν, καὶ δῆλον διὰ τί· διότι τῷ ληφθὲν μέγεθος δίχα τέμνειν, οὕτως ἐποιεῖτο τὴν κατασκευήν.