Ancient Greek · ~4 min
Fragment 41
Xenocrates of Chalcedon, Fragmenta 41
Not analysed yet
41. Ὥσπερ ψυχῆς ὁρισμός, τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν, τὸ γὰρ ἀριθμὸς ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν, χωρὶς τοῦ ἀριθμοῦ, τήν ψυχὴν δηλοῖ, καθάπερ Πλάτων ἐν τῷ Φαίδρῳ φησὶ λέγων· ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται. Ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς· ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος, πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ, φησίν· ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου, τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλ’ ἴδιον· οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον· οὐ μὴν καὶ τὸ ἀνάπαλιν ὁποτέρως μὲν οὖν ἔχει ὅμως χαλεπόν ἐστι διασαφηνίσαι, ὁπότερον γένος ψυχῆς ὁ ἀριθμός, ἢ οὔ· καὶ πότερον, ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, τὸ καταλειπόμενον ὁρισμός ἐστι τῆς ψυχῆς, ἢ ἴδιον, ἢ οὔ· μείζονος γὰρ σκέψεως ἡ περὶ τοῦτο ζήτησις ἢ τῆς διαλεκτικῆς.