Ancient Greek · ~7 min
Fragment 47
Xenocrates of Chalcedon, Fragmenta 47
Not analysed yet
47. Ὅτι μὲν τὸν Ξενοκράτους τῆς ψυχῆς ὁρισμὸν διακαθαίρει, ἵνα μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἀκούωμεν, φανερόν. Ὁ δὲ πραγματειώδης αὐτῷ τέταται σκοπός, παντὸς μερισμοῦ τὴν ψυχικὴν οὐσίαν ὑπερέχουσαν δεῖξαι, οὐ τοῦ κατὰ συνέχειαν μόνου· τοῦτο γὰρ ἤδη δέδειχεν, ἀκίνητον αὐτὴν τὰς σωματικὰς κινήσεις δεδειχώς, καὶ καθ’ ὅρους ἀεὶ βαίνουσαν, καὶ οὐ μέρεσι μέρη ἢ τὸ ὅλον γινώσκουσαν· δι’ ὧν οὐ μόνον ὅτι οὐ σῶμα, ἀλλ’ ὅτι οὐδὲ ἄλλο τι μέγεθος ἔχειν ἐδείκνυτο· ἀλλ’ ἐπειδὴ καὶ ὁ συνήθως ᵃ λεγόμενος ἀριθμός, ὅ τε ἐκ μονάδων, οἷος ὁ μαθηματικός, καὶ ὁ ἐκ σωμάτων ἀδιαιρέτων, ἢ ἐνεργείᾳ μόνον ἢ καὶ δυνάμει καὶ ἐνεργεία, ὡς οἱ περὶ Δημόκριτον ὑπετίθεντο, ἢ ὅλως τῇ θέσει ἀπ’ ἀλλήλων κεχωρισμένων ᵇ, μεριστός ἐστιν, αὐτός τε ἐν διαιρέσει θεωρούμενος, καὶ τὰ συμπληροῦντα ἔχων μερικὰ καὶ ἀπεστενωμένα, διὰ τῶν πρὸς Ξενοκράτην ἀντιῤῥήσεων, ὅτι οὐδὲ οὕτω μεριστὴ ἡ ψυχὴ δείκνυσιν, οὔτε ὡς ἀριθμός, οὔτε ὡς μονάδες ἢ στιγμαί, ἐξ ὧν ἀδιαιρέτων ὁ ἀριθμός. Ὁ γὰρ ἐκ σωμάτων τινῶν ἀριθμὸς ὁμολογουμένως ᶜ αὐτῇ οὐ προσήκει· εἴγε μηδὲν ἔχει μέγεθος. Ὁ μὲν οὖν Ξενοκράτης ἀριθμοὺς τὰ εἴδη καὶ αὐτὸς προσαγορεύων, καὶ πᾶν εἶδος ἀμέριστον εἰδώς, τὸ δὲ κινούμενον μεριστόν, καὶ πάντως μετὰ τὰ εἴδη τὴν μεσότητα τῆς ψυχῆς διὰ τῶν ἄκρων ἀμφοτέρων δηλοῖ, ἀριθμὸν κινούμενον αὐτὴν εἰπών, ὡς οὐχ ἁπλῶς οὖσαν εἶδος, ἀλλὰ τὸ ὅλον τοῦτο εἰς μερισμὸν ὑποβάν, οὐ μερισθὲν τελέως, ἀλλ’ οὐδὲ μεῖναν εἶδος, τῷ χαλάσαι καὶ ἐκλῦσαί πως τὴν ἀμέριστον ἕνωσιν μεταξὺ γενόμενον, καὶ διὰ τοῦτο οὐδὲ κινούμενον ἁπλῶς, ἀλλ’ ἑαυτὸν ἔφη κινοῦντα· ἵνα καὶ τὸ ἴδιον ἐμφήνῃ τῆς μεσότητος, κεχαλασμένης μέν, ὅπερ ἡ κίνησις σημαίνει, οὐχ οὕτω δὲ ὡς τοῦ αὐτοῦ ἀποσπασθείσης. Ὁ δὲ Ἀριστοτέλης ἀριθμόν τε τὸ μεριστὸν ἀκούων πλῆθος, καὶ κίνησιν τὴν κατὰ συνέχειαν προϊοῦσαν, ἀναγκαίως ἄμφω τῆς ψυχῆς ἀποφάσκει, ὡς διὰ τὴ μεσότητα παντὸς ὑπερέχουσαν μερισμοῦ.