Ancient Greek
1 to 3
XENOMEDES CHIUS, Fragmenta 1-3
Not analysed yet
νὴ τὴν Ταυρόπολον] Οὔτω τὴν Ἄρτεμιν ἐκάλουν, τὴν δὲ αἰτίαν Ἀπολλόδωρος ἐν τῷ Περὶ θεῶν (fr. 40) ἐκτίθεται· ἔστι δ ̓ ὄτε καὶ τὴν Ἀθηνᾶν οὕτω καλοῦσιν, ὡς Ξενομήδης ἱστορεῖ. Ἀμισωδάρου] Οὗτος Καρίας δυνάστης, οὗ τὴν θυγατέρα ἔγημε Βελλεροφόντης, ὡς Ξενομήδης (Ξενομήδη cod.) ἔφη. Ἐνομίδης ἐτυμολογεῖ ὁ τὰ Θεῖα γράψας (sc. Τοὺς Τελχῖνας ἀπὸ τοῦ θέλγειν), παρά φησι καὶ τοὺς Τελχῖνας ὥστε θελγῖνες φησὶ, ἐνόντα τοῖς ὕδασι τῆς φύσεως καὶ ἀνὰ ἐποίουν ἕως φυτῶν βασκαίνοντες. Ἐνομίδης δὲ ὁ τὰ Θεῖα γράψας καὶ τοὺς Τελχῖνας ἐτυμολογήσας εἶπεν, ὅτι θελγῖνας ἦσαν. Ὁ τὴν Τελχινιακὴν ἱστορίαν συνθεὶς εἴτ Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ ̓ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους· ἔστι δ ̓ ὁ πομπίλος ζῷον ἐρωτικὸν ὡς ἂν καὶ αὐτὸς γεγονὼς ἐκ τοῦ οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ.