Ancient Greek
1.56.3
Xenophanes Poet. Phil., Testimonia 1.56.3
Unproofread scanNot analysed yet
ἔφη δὲ καὶ τὰ πολλὰ ἡσσῶ νοῦ εἶναι. καὶ τοῖς τυράννοις ἐντυχάνειν ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα. Ἐμπεδοχλέους δὲ εἰπόντος αὐτῷ ὅτι ἀνεύρετός ἐστιν ὁ σοφός, ‘εἰκότως’ ἔφη ‘σοφὸν γὰρ εἶναι δεῖ τὸν ἐπιγνωσόμενον τὸν σοφόν’. φησὶ δὲ Σωτίων πρῶτον αὐτὸν εἰπεῖν ἀκατάληπτα εἶναι τὰ πάντα, πλανώμενος.