Ancient Greek
1.57.2
Xenophanes Poet. Phil., Testimonia 1.57.2
Unproofread scanNot analysed yet
9771 πάντη δ’ ὅμοιον ὄντα σφαιροειδὴ εἶναι· οὐ γὰρ τῇ μὲν τῇ 7 δ’ οὐ τοιούτον εἶναι, ἀλλὰ πάντη. αἰδίον δὲ ὄντα καὶ ἕνα 8 καὶ <ὅμοιον καὶ> σφαιροειδὴ οὔτε ἄπειρον οὔτε πεπεράνθαι. ἄπειρον μὲν τὸ μὴ ὂν εἶναι· τοῦτο γὰρ οὔτε μέσον οὔτε ἀρχὴν καὶ τέλος οὔτ’ 5 ἄλλο οὐδὲν μέρος ἔχειν, τοιούτον δὲ εἶναι τὸ ἄπειρον· οἷον δὲ τὸ μὴ ὂν, οὐχ ἂν εἶναι τὸ ὂν· περαίνειν δὲ πρὸς ἄλληλα, εἰ πλείω εἴη. τὸ δὲ ἕν οὔτε τῷι οὐκ ὄντι οὔτε τοῖς πολλοῖς ὁμοιώσθαι· ἕν γὰρ οὐχ ἔχειν, πρὸς ὅτι περανεῖ. τὸ δὴ τοι- 9 οῦτον ἕν, ὂν τὸν θεὸν εἶναι λέγει, οὔτε κινεῖσθαι οὔτε ἀκίνη- 10 τον εἶναι· ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὂν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτ’ ἐκεῖνο εἰς ἄλλο ἐλθεῖν. κινεῖσθαι δὲ τὰ πλείω ὄντα ἕνός· ἕτερον γὰρ εἰς ἕτερον δεῖν κινεῖσθαι. 13 εἰς μὲν οὖν τὸ μὴ ὂν οὐδὲν ἂν κινηθῆναι. τὸ γὰρ μὴ ὂν 10 οὐδαμὴ εἶναι, εἰ δὲ εἰς ἄλληλα μεταβάλλοι, πλείω ἂν τὸ ἕν 15 εἶναι ἕνός. διὰ ταῦτα δὴ κινεῖσθαι μὲν ἂν τὰ δύο ἢ πλείω ἕνός, ἡρεμεῖν δὲ καὶ ἀκίνητον εἶναι τὸ οὐδέν. τὸ δὲ ἕν οὔτε 11 ἀτρεμεῖν οὔτε κινεῖσθαι· οὔτε γὰρ τῷι μὴ ὄντι οὔτε τοῖς πολλοῖς ὅμοιον εἶναι. κατὰ πάντα δὲ οὕτως ἔχοντα τὸν θεόν, αἰδίόν τε καὶ ἕνα, ὁμοιόν τε καὶ σφαιροειδὴ ὄντα, οὔτε ἄπει- 20 ρον οὔτε πεπερασμένον οὔτε ἡρεμοῦντα οὔτε κινητὸν εἶναι.