Ancient Greek
1.62.6
Xenophanes Poet. Phil., Testimonia 1.62.6
Unproofread scanNot analysed yet
τὸ γὰρ ἕν τοῦτο καὶ πᾶν τὸν θεὸν ἕλεγεν ὁ Ξενοφάνης· ὃν ἕνα μὲν δείκνυσιν ἐκ τοῦ πάντων κράτιστον εἶναι. πλείονων γάρ, φησίν, ὄντων ὁμοίως ὑπάρχειν ἀνάγκη πᾶσι τὸ κρατεῖν· τὸ δὲ πάντων κράτιστον καὶ ἀρίστον θεός. ἀγέννητον δὲ ἐδείκνυσιν ἐκ τοῦ δεῖν τὸ γινόμενον ἢ ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γίνεσθαι. ἀλλὰ τὸ μὲν ὅμοιον ἀπαθὲς φησιν ὑπὸ τοῦ ὁμοίου· οὐδὲν γὰρ μᾶλλον γεννᾶν ἢ γεννᾶσθαι προσήκει τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου· εἰ δὲ ἐξ ἀνομοίου γίνοιτο, ἕσται τὸ ὃν ἐκ τοῦ μὴ ὄντος. καὶ οὕτως ἀγέννητον καὶ αἰδίον ἐδείκνυ.