Ancient Greek
2.50.4
Xenophanes Poet. Phil., Testimonia 2.50.4
Unproofread scanNot analysed yet
15 (19) φησὶ δὲ τέτταρα εἶναι τῶν ὄντων στοιχεῖα, κόσμους δὲ ἀπείρους, οὐ παραλλακτοὺς δέ. τὰ νέρη συνίστασθαι τῆς ἀφ’ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περίεχον. οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὁμοιον ἔχουσαν ἀνθρώπιν· ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι ἀναπνεῖν· σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ αἰῶν. πρῶτός τε ἀπεφήνατο, ὅτι πᾶν τὸ γινόμενον 20 φθαρτὸν ἐστὶ καὶ ἡ ψυχὴ πνεῦμα.