Ancient Greek
2.51.6
Xenophanes Poet. Phil., Testimonia 2.51.6
Unproofread scanNot analysed yet
13. ——B 26. 1400b 5 οἷον Ξ. Ἐλεάταις ἐρωτῶσιν, εἰ θύσωσι τῇ Λευκοθέᾳ καὶ θρηγῶσιν ἢ μή, συνεβούλευεν, εἰ μὲν θεὸν ὑπολαμβάνουσιν, μὴ θρηνεῖν, εἰ δ’ ἀνθρώπων, μὴ θύειν. Anders Plut. Amat. 18, 12. 736 D Ξ. Αἰγυπτίοις ἐκέλευσε τὸν Ὀσίριν εἰ θνητὸν νομίζουσι μὴ τιμᾶν ὡς θνητόν, εἰ δὲ θεὸν ἡγοῦνται μὴ θρηνεῖν. de Is. et Os. 70. 379 B εὔ μὲν οὖν Ξ. ὁ Κολοφώνιος ἤξιώσε τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν [vgl. 12 B 127]. de superstit. 13 p. 171 E Ξ. ὁ φυσικὸς τοὺς Αἰγυπτίους κοπτομένους ἐν ταῖς ἑορταῖς καὶ θρηνοῦντας ὁρῶν ὑπέμνησεν οἰκείως· οὗτοι φησίν εἰ μὲν θεοὶ εἰσι, μὴ θρηνεῖτε αὐτούς· εἰ δ’ ἄνθρωποι, μὴ θύετε αὐτοῖς [vgl. Ps. Plut. apophth. Lac. 26 p. 228 E].