Ancient Greek
2.53.4 to 2.53.5
Xenophanes Poet. Phil., Testimonia 2.53.4-5
Unproofread scanNot analysed yet
c. 4 (1) Πρῶτον μὲν οὖν λαμβάνει τὸ γιγνόμενον καὶ οὗτος ἐξ ὄντος γίγνεσθαι, ὥσπερ ὁ Μέλισσος [20 A 5]. καίτοι τί κωλύει μήτ’ ἐξ ὁμοίου <μήτ’ ἐξ ἀνομοίου> τὸ γιγνόμενον γίγνεσθαι, ἀλλ’ ἐκ μὴ ὄντος; ἔτι οὐδὲν μᾶλλον ὁ θεὸς ἀγέννητος ἢ καὶ τᾶλλα πάντα, εἰπερ ἅπαντα ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γέγονεν (ὅπερ ἀδύνατον. ὥστε ἢ οὐδὲν ἔστι παρὰ τὸν θεὸν ἢ καὶ τὰ ἄλλα αἰδία πάντα. (2) ἔτι κράτιστον τὸν θεὸν λαμβάνει, τοῦτο δυνατώτατον καὶ