Ancient Greek
2.54.1.18 to 2.54.1.31
Xenophanes Poet. Phil., Testimonia 2.54.1.18-31
Unproofread scanNot analysed yet
(8) ἐπὶ δὲ σφαιροειδὲ ὄντα ἀνάγκη πέρας ἔχειν· ἔσχατα γὰρ ἔχει, εἴπερ μέσον ἔχει αὐτοῦ, οὐ πλείστον ἀπέχει. μέσον δὲ ἔχει σφαιροειδὴς ὢν· τοῦτο γὰρ ἐστὶ σφαιροειδὲς ὁ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἔσχατα. (9) σῶμα δ’ ἔσχατα ἢ πέρατα ἔχειν, οὐδὲν διαφέρει. ***εἰ 25 γὰρ καὶ τὸ μὴ ὄν ἄπειρόν ἐστι, τί οὐκ ἂν καὶ τὸ ὄν ἄπειρον; τί γὰρ κωλύει ἕνια ταῦτ’ ἂν λεχθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος; τὸ τε γὰρ ὄν †οὐκ ὄν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὄν δὲ τις οὐκ ἂν αἰσθάνοιτο ἂ νῦν· ἄμφω δὲ λεκτὰ καὶ διανοητὰ ***οὐ λευκόν τε τὸ μὴ ὄν· ἢ οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως 30 μὴ τι ταῦτό κατὰ τοῦ ὄντος σημῆνυμεν καὶ μὴ ὄντος, ἢ οὐδέν, οἶμαι, κωλύει καὶ τῶν ὄντων τι μὴ εἶναι λευκόν· οὕτω δὲ καὶ μᾶλλον ἂν ἀπόφασιν δέξαιτο [τὸ ἄπειρον], εἰ κατὰ τὸ πάλαι λεχθὲν τι [μᾶλλον] παρὰ τὸ μὴ ἔχειν (πέρας) ἐστὶν ἄπειρον· ὥστε καὶ τὸ ὄν ἢ ἄπειρον ἢ πέρας ἔχον ἐστίν. (10) ἴσως δὲ 35 ἄτοπον καὶ τὸ προσάπτειν τῷ μὴ ὄντι ἀπειρίαν· οὐ γὰρ πᾶν, εἰ μὴ ἔχει πέρας, ἄπειρον λέγομεν, ὥσπερ οὐδ’ ἄνισον οὐκ ἂν