Ancient Greek
2.57.2
Xenophanes Poet. Phil., Testimonia 2.57.2
Unproofread scanNot analysed yet
32 [PLUT.] Strom. 4 [Eus. P. E. I 8, 4. Dox. 580] Ξ. δὲ ὁ Κολοφώνιος ἰδίαν τινα ὁδὸν πεπορευμένος καὶ παρηλλαγμένην πᾶσιν τοὺς προειρημένους [Thales, Anaximander, Anaximenes] οὔτε γένεσιν οὔτε φθορὰν ἀπολείπει, ἀλλ’ εἶναι λέγει τὸ πᾶν ἀεὶ ὅμοιον· εἰ γὰρ γίγνοιτο τοῦτο, φησίν, ἀναγκαῖον πρὸ τούτου μὴ εἶναι· τὸ μὴ ὂν δὲ οὐκ ἂν γένοιτο οὐδ’ ἂν τὸ μὴ ὂν ποιῆσαι τι οὔτε ὑπὸ τοῦ μὴ ὄντος γένοιτ’ ἂν τι. ἀποφαίνεται δὲ καὶ τὰς αἰσθήσεις ψευδεῖς καὶ καθόλου σὺν αὐταῖς καὶ αὐτὸν τὸν λόγον διαβάλλει. ἀποφαίνεται δὲ καὶ τῷ χρόνῳ καταφερομένην συνεχῶς καὶ κατ’ ὀλίγον τὴν γῆν εἰς τὴν θάλασσαν χωρεῖν. φησὶ δὲ καὶ τὸν ἥλιον ἐκ μικρῶν καὶ πλειόνων πυριδίων ἀθροίζεσθαι. ἀποφαίνεται δὲ καὶ περὶ θεῶν ὡς οὐδεμίας ἡγεμονίας ἐν αὐτοῖς οὔσης· οὐ γὰρ ὁσίον δεσπόζεσθαι τινα τῶν θεῶν· ἐπιδεῖσθαι τε μηδενὸς αὐτῶν μηδένα μηδ’ ὅλως· ἀκούειν δὲ καὶ ὁρᾶν καθόλου καὶ μὴ κατὰ μέρος. ἀποφαίνεται δὲ καὶ τὴν γῆν ἄπειρον εἶναι καὶ μὴ κατὰ πᾶν μέρος περιέχεσθαι ὑπὸ ἀέρος· γίνεσθαι δὲ ἅπαντα ἐκ γῆς· τὸν δὲ ἥλιον φησὶ καὶ τὰ ἄστρα ἐκ τῶν νεφῶν γίνεσθαι.