Ancient Greek
Book 1, Chapter 10
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 1.10.10
Not analysed yet
Ὁ δὲ Μεγαμήδης φιάλην λαβὼν καὶ ἐπισπένδων εὔχετο ὡς ἐξάκουστον εἶναι τοῖς ἐν τῇ νηὶ ὦ παῖδες λέγων μάλιστα μὲν εὐτυχοῖτε καὶ φύγοιτε τὰ σκληρὰ τῶν μαντευμάτων, καὶ ὑμᾶς ἀνασωθέντας ὑποδέξαιντο Ἐφέσιοι, καὶ τὴν φιλτάτην ἀπολάβοιτε πατρίδα· εἰ δὲ ἄλλο τι συμβαίη, τοῦτο μὲν ἴστε οὐδὲ ἡμᾶς ἔτι ζησομένους· προΐεμεν δὲ ὑμᾶς ὁδὸν μὲν δυστυχῆ ἀλλʼ ἀναγκαίαν.