Ancient Greek
1.11.1 to 1.11.4
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 1.11.1-4
Not analysed yet
Ἔτι λέγοντα ἐξιόντα ἐπέσχε τὰ δάκρυα· καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες· παρεμυθεῖτο δʼ αὐτοὺς εἰς ἅπαντα ὁ μετ’ ἀλλήλων πλοῦς. Κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον· κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο. Καὶ ἦν ὁ πλοῦς αὐτοῖς οὔριος· λόγοι δὲ ἐν αὐτοῖς πολλοὶ πρὸς ἀλλήλους ἆρα ἡμῖν ὑπάρξει συγκαταβιῶναι μετʼ ἀλλήλων; Καὶ δή ποτε ὁ Ἁβροκόμης μέγα ἀναστενάξας, ἐν ὑπομνήσει τῶν ἑαυτοῦ γενόμενος Ἄνθεια ἔφησε, τῆς ψυχῆς μοι ποθεινοτέρα, μάλιστα μὲν εὐτυχεῖν εἴη καὶ σώζεσθαι μετʼ ἀλλήλων· ἂν δʼ ἄρα τι ᾖ πεπρωμένον παθεῖν, καί πως ἀλλήλων ἀπαλλαγῶμεν, ὀμόσωμεν ἑαυτοῖς, φιλτάτη, ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ ἂν ἄλλῃ γυναικὶ συνοικήσαιμι.