Ancient Greek
Book 1, Chapter 11
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 1.11.5
Not analysed yet
Ἀκούουσα δὲ Ἄνθεια μέγα ἀνωλόλυξε καὶ τί τοῦτο ἔφησεν Ἁβροκόμη, πεπίστευκας ὅτι ἐὰν ἀπαλλαγῶ σοῦ, περὶ ἀνδρὸς ἔτι καὶ γάμου σκέψομαι, ἥτις οὐδὲ ζήσομαι τὴν ἀρχὴν ἄνευ σοῦ; Ὡς ὀμνύω γέ σοι τὴν πάτριον ἡμῖν θεόν, τὴν μεγάλην Ἐφεσίων Ἄρτεμιν, καὶ ταύτην ἣν διανύομεν θάλατταν καὶ τὸν ἐπʼ ἀλλήλους ἡμᾶς καλῶς ἐκμήναντα θεόν, ὡς ἐγὼ καὶ βραχύ τι ἀποσπασθεῖσα σοῦ οὔτε ζήσομαι οὔτε τὸν ἥλιον ὄψομαι.