Ancient Greek
1.12.1 to 1.12.2
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 1.12.1-2
Not analysed yet
Κατήγετο δὴ ἡ ναῦς εἰς Ῥόδον καὶ ἐξέβαινον οἱ ναῦται, ἐξῄει δὲ ὁ Ἁβροκόμης ἔχων μετὰ χεῖρα τὴν Ἄνθειαν· συνῄεσαν δὲ πάντες οἱ Ῥόδιοι, τὸ κάλλος τῶν παίδων καταπεπληγότες, καὶ οὐκ ἔστιν ὅστις τῶν ἰδόντων παρῆλθε σιωπῶν· ἀλλʼ οἱ μὲν ἔλεγον ἐπιδημίαν θεῶν, οἱ δὲ προσεκύνουν καὶ προσεποιοῦντο. Ταχὺ δὲ δι’ ὅλης τῆς πόλεως διεπεφοιτήκει τοὔνομα Ἁβροκόμου καὶ Ἀνθείας. Ἐπεύχονται δὲ αὐτοῖς δημοσίᾳ καὶ θυσίας τε θύουσι πολλὰς καὶ ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν αὐτῶν. Οἱ δὲ τήν τε πόλιν ἅπασαν ἐξιστόρησαν καὶ ἀνέθεσαν εἰς τὸ τοῦ Ἡλίου ἱερὸν πανοπλίαν χρυσῆν καὶ ἐπέγραψαν ἐπίγραμμα εἰς ὑπόμνημα τῶν ἀναθέντων Οἱ ξεῖνοι τάδε σοι χρυσήλατα τεύχε’ ἔθηκαν, Ἀνθία Ἁβροκόμης θ’, ἱερῆς Ἐφέσοιο πολῖται.