Ancient Greek
Book 1, Chapter 12
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 1.12.3
Not analysed yet
Ταῦτα ἀναθέντες, ὀλίγας ἡμέρας ἐν τῇ νήσῳ μείναντες, ἐπειγόντων τῶν ναυτῶν ἀνήγοντο ἐπισιτισάμενοι· παρέπεμπε δὲ αὐτοὺς ἅπαν τὸ Ῥοδίων πλῆθος. Καὶ τὰ μὲν πρῶτα ἐφέροντο οὐρίῳ πνεύματι, καὶ ἦν αὐτοῖς ὁ πλοῦς ἀσμένοις, κἀκείνην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐφέροντο ἀναμετροῦντες τὴν Αἰγυπτίαν καλουμένην θάλατταν· τῇ δὲ δευτέρᾳ ἐπέπαυτο μὲν ὁ ἄνεμος, γαλήνη δὲ ἦν καὶ πλοῦς βραδὺς καὶ ναυτῶν ῥᾳθυμία καὶ πότος καὶ μέθη καὶ ἀρχὴ τῶν μεμαντευμένων.