Ancient Greek
Book 2, Chapter 12
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 2.12.1
Not analysed yet
Ἐν δὲ τούτῳ τις ἧκεν ἀπὸ τῆς Συρίας οἰκέτης παρὰ τῆς Μαντοῦς γράμματα κομίζων τῷ πατρὶ Ἀψύρτῳ τάδε Ἔδωκάς με ἀνδρὶ ἐν ξένῃ· Ἄνθειαν δέ, ἣν μετὰ τῶν ἄλλων οἰκετῶν ἐδωρήσω μοι, πολλὰ διαπραξαμένην κακὰ εἰς ἀγρὸν οἰκεῖν ἐκελεύσαμεν. Ταύτην συνεχῶς ἐν τῷ χωρίῳ θεώμενος ὁ καλὸς Μοῖρις ἐρᾷ· μηκέτι δὲ φέρειν δυναμένη μετεπεμψάμην τὸν αἰπόλον καὶ τὴν κόρην πραθῆναι ἐκέλευσα ἐν πόλει τινὶ τῆς Συρίας.