Ancient Greek
Book 2, Chapter 12
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 2.12.2
Not analysed yet
Ταῦτα μαθὼν ὁ Ἁβροκόμης οὐκέτι μένειν ἐκαρτέρει· λαθὼν οὖν τὸν Ἄψυρτον καὶ πάντας τοὺς κατὰ τὸν οἶκον εἰς ἐπιζήτησιν τῆς Ἀνθείας ἔρχεται. Ἐλθὼν οὖν ἐν τῷ ἀγρῷ ἔνθα μετὰ τοῦ αἰπόλου ἡ Ἄνθεια διέτριβεν, ἄγει δὴ παρὰ τὸν αἰγιαλὸν τὸν Λάμπωνα τὸν αἰπόλον, ᾧ πρὸς γάμον ἐδεδώκει τὴν Ἄνθειαν ἡ Μαντώ, ἐδεῖτο δὲ τοῦ Λάμπωνος εἰπεῖν αὐτῷ εἴ τι οἶδε περὶ κόρης ἐκ Τύρου.