Ancient Greek
Book 2, Chapter 12
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 2.12.3
Not analysed yet
Ὁ δὲ αἰπόλος καὶ τοὔνομα εἶπεν ὅτι Ἄνθεια καὶ τὸν γάμον καὶ τὴν εὐσέβειαν τὴν περὶ αὐτὴν καὶ τὸν Μοίριδος ἔρωτα καὶ τὸ πρόσταγμα τὸ κατʼ αὐτῆς καὶ τὴν εἰς Κιλικίαν ὁδόν· ἔλεγέ τε ὡς ἀεί τινος Ἁβροκόμου μέμνηται ἡ κόρη. Ὁ δὲ αὐτὸν ὅστις ἦν οὐ λέγει, ἕωθεν δὲ ἀναστὰς ἤλαυνε τὴν ἐπὶ Κιλικίας ἐλπίζων Ἄνθειαν εὑρήσειν ἐκεῖ.