Ancient Greek
Book 2, Chapter 8
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 2.8.1
Not analysed yet
Τέλος δὲ ἡ μὲν ἐξῄει τοῦ δεσμωτηρίου, ὁ δὲ ὡς εἶχεν ἑαυτὸν ἐπὶ γῆς ῥίψας ἔστενεν, ἔκλαεν ὦ πάτερ λέγων φίλτατε, ὦ μῆτερ Θεμιστώ· ποῦ μὲν ἡ ἐν Ἐφέσῳ δοκοῦσά ποτʼ εὐδαιμονία; ποῦ δʼ οἱ λαμπροὶ καὶ οἱ περίβλεπτοι Ἄνθεια καὶ Ἁβροκόμης, οἱ καλοί; ἡ μὲν οἴχεται πόρρω ποι τῆς γῆς αἰχμάλωτος, ἐγὼ δὲ καὶ τὸ μόνον ἀφῄρημαι παραμύθιον, καὶ τεθνήξομαι ὁ δυστυχὴς ἐν δεσμωτηρίῳ μόνος.