Ancient Greek
Book 2, Chapter 8
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 2.8.2
Not analysed yet
Ταῦτα λέγοντα αὐτὸν ὕπνος καταλαμβάνει, καὶ αὐτῷ ὄναρ ἐφίσταται. Ἔδοξεν ἰδεῖν αὐτοῦ τὸν πατέρα Λυκομήδην ἐν ἐσθῆτι μελαίνῃ πλανώμενον κατὰ πᾶσαν γῆν καὶ θάλατταν, ἐπιστάντα δὲ τῷ δεσμωτηρίῳ λῦσαί τʼ αὐτὸν καὶ ἀφιέναι ἐκ τοῦ οἰκήματος· αὐτὸν δʼ ἵππον γενόμενον ἐπὶ πολλὴν φέρεσθαι γῆν διώκοντα ἵππον ἄλλην θήλειαν, καὶ τέλος εὑρεῖν τὴν ἵππον καὶ ἄνθρωπον γενέσθαι. Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, ἀνέθορέ τε καὶ μικρὰ εὔελπις ἦν.