Ancient Greek
5.10.1 to 5.10.2
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.10.1-2
Not analysed yet
Ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῷ Νουκερίῳ εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβάς εἰς Ἔφεσον ἀνάγεσθαι. Καὶ ὁ μὲν νύκτωρ κατελθὼν ἐπὶ θάλασσαν ἐπιτυγχάνει πλοίῳ ἀναγομένῳ καὶ ἐπιβὰς ἔπλει τὴν ἐπὶ Σικελίας πάλιν, ὡς ἐκεῖθεν ἐπὶ Κρήτην τε καὶ Κύπρον καὶ Ῥόδον ἀφιξόμενος κἀκεῖθεν εἰς Ἔφεσον γενησόμενος· ἤλπιζε δὲ ἐν τῷ μακρῷ πλῷ καὶ περὶ Ἀνθείας τι πεύσεσθαι.