Ancient Greek
Book 5, Chapter 10
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.10.3
Not analysed yet
Καὶ ὁ μὲν ὀλίγα ἔχων τὰ ἐπιτήδεια ἀναγαγόμενος καὶ διανύσας τὸν πλοῦν τὰ μὲν πρῶτα ἐπὶ τῆς Σικελίας ἔρχεται καὶ εὑρίσκει τὸν πρότερον ξένον τὸν Αἰγιαλέα τεθνηκότα· ἐπενέγκας δὲ αὐτῷ χοὰς καὶ πολλὰ καταδακρύσας, ἀναχθεὶς πάλιν καὶ Κρήτην παρελθών, ἐν Κύπρῳ γενόμενος, ἡμέρας διατρίψας ὀλίγας καὶ εὐξάμενος τῇ πατρίῳ Κυπρίων θεῷ ἀνήγετο καὶ ἧκεν εἰς Ῥόδον· ἐνταῦθα πλησίον τοῦ λιμένος εἰσῳκίσατο.