Ancient Greek
Book 5, Chapter 12
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.12.3
Not analysed yet
Τῇ δὲ ἑξῆς ἧκεν ἡ Ἄνθεια πάλιν εἰς τὸ ἱερὸν μετὰ τοῦ Ἱπποθόου, οὐκ ὄντος αὐτοῖς πλοός, προσκαθίσασα δὲ τοῖς ἀναθήμασιν ἐδάκρυέ τε καὶ ἀνέστενεν· ἐν τούτῳ δὲ ἐπεισίασιν ὁ Λεύκων καὶ ἡ Ῥόδη τὸν Ἁβροκόμην καταλιπόντες ἔνδον, ἀθύμως ἐπὶ τοῖς αὐτοῖς διακείμενον· ἐλθόντες δὲ ὁρῶσι τὴν Ἄνθειαν καὶ ἦν μὲν ἔτι ἄγνωστος αὐτοῖς, συμβάλλουσι δὲ πάντα ἅμα, τὰ δάκρυα, τὰ ἀναθήματα, τὰ ὀνόματα, τὸ εἶδος.