Ancient Greek
5.12.4 to 5.12.6
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.12.4-6
Not analysed yet
Οὕτως κατὰ βραχὺ ἐγνώριζον αὐτήν· προσπεσόντες δὲ τοῖς γόνασιν ἔκειντο ἀχανεῖς· ἡ δὲ ἐτεθαυμάκει τίνες τε ἦσαν καὶ τί βούλοιντο· οὐ γὰρ ἄν ποτε Λεύκωνα καὶ Ῥόδην ἤλπισεν. Οἱ δʼ ἐν ἑαυτοῖς γενόμενοι ὦ δέσποινα ἔφασαν Ἄνθεια, ἡμεῖς οἰκέται σοί, Λεύκων καὶ Ῥόδη, οἱ τῆς ἀποδημίας κοινωνήσαντες καὶ τοῦ λῃστηρίου· ἀλλὰ τίς ἐνταῦθα ἄγει σε τύχη; θάρρει, δέσποινα, Ἁβροκόμης σώζεται καὶ ἔστιν ἐνταῦθα ἀεί σε θρηνῶν. Ἀκούσασα ἡ Ἄνθεια ἐξεπλάγη τοῦ λόγου, μόγις δὲ ἀνενεγκοῦσα καὶ γνωρίσασα περιβάλλει τε αὐτοὺς καὶ ἀσπάζεται καὶ σαφέστατα τὰ κατὰ Ἁβροκόμην μανθάνει.