Ancient Greek
Chapter 19
Xenophon, Οἰκονομικός 19.11
Not analysed yet
κατὰ ταὐτὰ τοίνυν, ἔφη, καὶ περὶ τούτων γιγνώσκων ἐμοὶ τυγχάνεις. ἐπαμήσαιο δʼ ἂν μόνον, ἔφη, τὴν γῆν, ἢ καὶ σάξαις ἂν εὖ μάλα περὶ τὸ φυτόν; σάττοιμʼ ἄν, ἔφην, νὴ Δίʼ ἐγώ. εἰ μὲν γὰρ μὴ σεσαγμένον εἴη, ὑπὸ μὲν τοῦ ὕδατος εὖ οἶδʼ ὅτι πηλὸς ἂν γίγνοιτο ἡ ἄσακτος γῆ, ὑπὸ δὲ τοῦ ἡλίου ξηρὰ μέχρι βυθοῦ, ὥστε τὰ φυτὰ κίνδυνος [; ὑπὸ μὲν τοῦ ὕδατος]; σήπεσθαι μὲν διʼ ὑγρότητα, αὐαίνεσθαι δὲ διὰ ξηρότητα, [; ἤγουν χαυνότητα τῆς γῆς,]; θερμαινομένων τῶν ῥιζῶν.