Ancient Greek
19.12 to 19.13
Xenophon, Οἰκονομικός 19.12-13
Not analysed yet
καὶ περὶ ἀμπέλων ἄρα σύγε, ἔφη, φυτείας, ὦ Σώκρατες, τὰ αὐτὰ ἐμοὶ πάντα γιγνώσκων τυγχάνεις. ἦ καὶ συκῆν, ἔφην ἐγώ, οὕτω δεῖ φυτεύειν; οἶμαι δʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ τἆλλα ἀκρόδρυα πάντα. τῶν γὰρ ἐν τῇ τῆς ἀμπέλου φυτείᾳ καλῶς ἐχόντων τί ἂν ἀποδοκιμάσαις εἰς τὰς ἄλλας φυτείας; ἐλαίαν δὲ πῶς, ἔφην ἐγώ, φυτεύσομεν, ὦ Ἰσχόμαχε; ἀποπειρᾷ μου καὶ τοῦτο, ἔφη, μάλιστα πάντων ἐπιστάμενος. ὁρᾷς μὲν γὰρ δὴ ὅτι βαθύτερος ὀρύττεται τῇ ἐλαίᾳ βόθρος· καὶ γὰρ παρὰ τὰς ὁδοὺς μάλιστα ὀρύττεται· ὁρᾷς δʼ ὅτι πρέμνα πᾶσι τοῖς φυτευτηρίοις πρόσεστιν· ὁρᾷς δʼ, ἔφη, τῶν φυτῶν πηλὸν ταῖς κεφαλαῖς πάσαις ἐπικείμενον καὶ πάντων τῶν φυτῶν ἐστεγασμένον τὸ ἄνω.