Ancient Greek
2.4 to 2.5
Xenophon, Οἰκονομικός 2.4-5
Not analysed yet
κᾆτα οὕτως ἐγνωκὼς σὺ μὲν οὐχ ἡγῇ προσδεῖσθαι χρημάτων, ἐμὲ δὲ οἰκτίρεις ἐπὶ τῇ πενίᾳ; τὰ μὲν γὰρ ἐμά, ἔφη, ἱκανά ἐστιν ἐμοὶ παρέχειν τὰ ἐμοὶ ἀρκοῦντα· εἰς δὲ τὸ σὸν σχῆμα ὃ σὺ περιβέβλησαι καὶ τὴν σὴν δόξαν, οὐδʼ εἰ τρὶς ὅσα νῦν κέκτησαι προσγένοιτό σοι, οὐδʼ ὣς ἂν ἱκανά μοι δοκεῖ εἶναί σοι. πῶς δὴ τοῦτʼ; ἔφη ὁ Κριτόβουλος. ἀπεφήνατο ὁ Σωκράτης· ὅτι πρῶτον μὲν ὁρῶ σοι ἀνάγκην οὖσαν θύειν πολλά τε καὶ μεγάλα, ἢ οὔτε θεοὺς οὔτε ἀνθρώπους οἶμαί σε ἂν ἀνασχέσθαι· ἔπειτα ξένους προσήκει σοι πολλοὺς δέχεσθαι, καὶ τούτους μεγαλοπρεπῶς· ἔπειτα δὲ πολίτας δειπνίζειν καὶ εὖ ποιεῖν, ἢ ἔρημον συμμάχων εἶναι.