Ancient Greek
Chapter 2
Xenophon, Οἰκονομικός 2.6
Not analysed yet
ἔτι δὲ καὶ τὴν πόλιν αἰσθάνομαι τὰ μὲν ἤδη σοι προστάττουσαν μεγάλα τελεῖν, ἱπποτροφίας τε καὶ χορηγίας καὶ γυμνασιαρχίας καὶ προστατείας, ἂν δὲ δὴ πόλεμος γένηται, οἶδʼ ὅτι καὶ τριηραρχίας [; μισθοὺς]; καὶ εἰσφορὰς τοσαύτας σοι προστάξουσιν ὅσας σὺ οὐ ῥᾳδίως ὑποίσεις. ὅπου δʼ ἂν ἐνδεῶς δόξῃς τι τούτων ποιεῖν, οἶδʼ ὅτι σε τιμωρήσονται Ἀθηναῖοι οὐδὲν ἧττον ἢ εἰ τὰ αὑτῶν λάβοιεν κλέπτοντα.