Ancient Greek · ~2 min
Chapter 5
Xenophon, Ἀγησίλαος 5.1
Not analysed yet
ἀλλὰ μὴν καὶ ὅσαι γε ἡδοναὶ πολλῶν κρατοῦσιν ἀνθρώπων, ποίας οἶδέ τις Ἀγησίλαον ἡττηθέντα; ὃς μέθης μὲν ἀποσχέσθαι ὁμοίως ᾤετο χρῆναι καὶ λαιμαργίας, σίτων δʼ ὑπὲρ καιρὸν ὁμοίως καὶ ἁμαρτίας. διμοιρίαν γε μὴν λαμβάνων ἐν ταῖς θοίναις οὐχ ὅπως ἀμφοτέραις ἐχρῆτο, ἀλλὰ διαπέμπων οὐδετέραν αὑτῷ κατέλειπε, νομίζων βασιλεῖ τοῦτο διπλασιασθῆναι οὐχὶ πλησμονῆς ἕνεκα, ἀλλʼ ὅπως ἔχοι καὶ τούτῳ τιμᾶν εἴ τινα βούλοιτο.