Ancient Greek · ~2 min
5.2 to 5.3
Xenophon, Ἀγησίλαος 5.2-3
Not analysed yet
οὐ μὴν ὕπνῳ γε δεσπότῃ ἀλλʼ ἀρχομένῳ ὑπὸ τῶν πράξεων ἐχρῆτο, καὶ εὐνήν γε εἰ μὴ τῶν συνόντων φαυλοτάτην ἔχοι, αἰδούμενος οὐκ ἄδηλος ἦν· ἡγεῖτο γὰρ ἄρχοντι προσήκειν οὐ μαλακίᾳ ἀλλὰ καρτερίᾳ τῶν ἰδιωτῶν περιεῖναι. τάδε μέντοι πλεονεκτῶν οὐκ ᾐσχύνετο, ἐν μὲν τῷ θέρει τοῦ ἡλίου, ἐν δὲ τῷ χειμῶνι τοῦ ψύχους· καὶ μὴν εἴ ποτε μοχθῆσαι στρατιᾷ συμβαίη, ἑκὼν ἐπόνει παρὰ τοὺς ἄλλους, νομίζων πάντα τὰ τοιαῦτα παραμυθίαν εἶναι τοῖς στρατιώταις. ὡς δὲ συνελόντι εἰπεῖν, Ἀγησίλαος πονῶν μὲν ἠγάλλετο, ῥᾳστώνην δὲ πάμπαν οὐ προσίετο.