Ancient Greek
104.1
Zeno Phil., Testimonia Et Fragmenta 104.1
Unproofread scanNot analysed yet
οὔτοι (scil. Menedemus, Aristo, Zeno, Chrysippus) τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσιν τινα καὶ δύναμιν γεγεννημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὔσαν αὐτὴν ὁμολογοῦμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινὶ καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεχωρισμένον, ἀλλὰ τὸ αὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, διόλου τρεπόμενον καὶ μεταβάλλον ἐν τε τοῖς πάθεσι καὶ ταῖς κατὰ ξυν ἡ διάθεσιν μεταβολαῖς, κακίαν τε γίνεσθαι καὶ ἀρετὴν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ· λέγεσθαι δὲ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς δόμης ἰσχυρῶ γενομένῳ καὶ κρατήσαντι πρὸς τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον, ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ὁρμὴν προσλαβόντα.