Ancient Greek
109.3 to 110.1
Zeno Phil., Testimonia Et Fragmenta 109.3-110.1
Unproofread scanNot analysed yet
Stobaeus Ecl. II 7. 8 p. 85, 13 W. ὁρίζεται δὲ τὸ καθῆκον· τὸ ἀκόλουθον ἐν ζωῇ, ὁ πραχθὲν εὐλογον ἀπολογίαν ἔχει· παρὰ τὸ καθῆκον δὲ τὸ ἐναντίως. τοῦτο διατείνει καὶ εἰς τὰ ἄλογα τῶν ζώων, 15 ἐνεργεῖ γὰρ τι κάκεινα ἀκολούθως τῇ ἑαυτῶν φύσει· ἐπὶ τῶν λογικῶν ζώων οὕτως ἀποδίδεται· τὸ ἀκόλουθον ἐν βίῳ. 233 Galenus de cogn. animi morbis Vol. V p. 13 Kühn. οὕτω γοῦν καὶ Ζήνων ἤθλον πάντα πράττειν ἡμᾶς ἀσφαλῶς, ὡς ἀπολογήσομένους ὀλίγον ὕστερον παιδαγωγοῖς· ὠνόμαζε γὰρ οὕτως ἐκεῖνος ὁ ἀνὴρ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ἐτοίμους ὄντας τοῖς πέλας ἐπιτιμᾶν κἂν μηδεὶς αὐτοὺς παρακαλῇ.