Ancient Greek
119.1
Zeno Phil., Testimonia Et Fragmenta 119.1
Unproofread scanNot analysed yet
περὶ αὐτοῦ πρὸς τὸν βασιλέα. —Stob. Floril. 33, 10 (Vol. I p. 680 Hense). Ζήνων, Ἀντιγόνου πρέσβεις Ἀθήναζε πέμψαντος, κληθεὶς ὑπ’ αὐτῶν σὺν ἄλλοις φιλοσόφοις ἐπὶ δεῖπνον, κακείνων παρὰ πότον σπουδόντων ἐπιδείκνυσθαι τὴν αὐτῶν ἐξιν, αὐτὸς ἐσίγα. τῶν δὲ πρέσβεων ζητούντων τί ἀπαγγείλωσι περὶ αὐτοῦ πρὸς Ἀντίγονον, εἶ „τοῦτ’ αὐτό,“ ἔφη, „ὃ βλέπετε. “δυσκρατέστατον γὰρ πάντων ὁ λόγος. —Plutarchus de garrul. 4 p. 504a. Ἀθήνησι δὲ τις ἐστιῶν πρέσβεις βασιλικούς ἐφιλοτιμήθη σπουδάσουσιν αὐτοῖς συναγαγεῖν εἰς ταῦτό τοὺς φιλοσόφους· χωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προσιόντες οἱ ξένοι „περὶ σοῦ δὲ τί χρή λέγειν, ἔφασαν, ὦ Ζήνων, τῷ βασιλεῖ; “κακείνος, „ἄλλο μηδέν, εἶπεν, ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος“ (Theodor. Metoch. p. 334, Kiessling. adfert Pearson).