Ancient Greek
122.4 to 122.7
Zeno Phil., Testimonia Et Fragmenta 122.4-7
Unproofread scanNot analysed yet
307 Diogenes Laërt. VII 21. καὶ προσεφέρετο τὰ τοῦ Καφισίου· ὡς ἐπιβαλομένου τινὸς τῶν μαθητῶν μεγάλα φυσᾶν, πατάξας εἶπεν, ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ’ ἐν τῷ εὖ τὸ μέγα. Cf. Athenaeus XIV 629 A. οὐ κακῶς δὲ καὶ Καφισίας ὁ αὐλητής, ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν αὐλεῖν μέγα καὶ τοῦτο μελετῶντος, πατάξας εἶπεν οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἶναι, ἀλλὰ ἐν τῷ εὖ τὸ μέγα. 308 Diogenes Laërt. VII 20. τοῖς εὖ λεγομένοις οὐκ ἔφη δεῖν καταλείπεσθαι τόπον, ὥσπερ τοῖς ἀγαθοῖς τεχνίταις, εἰς τὸ θεάσασθαι· τοῦναντίον δὲ τὸν ἀκούοντα οὕτω πρὸς τοῖς λεγομένοις γίνεσθαι, ὥστε μὴ λαμβάνειν χρόνον εἰς τὴν ἐπισημείωσιν. 309 Diogenes Laërt. VII 22. μὴ τὰς φωνὰς καὶ τὰς λέξεις δεῖν ἀπομνημονεύειν, ἀλλὰ περὶ τὴν διάθεσιν τῆς χρείας τὸν νοῦν ἀσχολεῖσθαι, μὴ ὥσπερ ἔψησιν τινα ἢ σκευασίαν ἀναλαμβάνοντας.