Ancient Greek
60.3 to 60.12
Zeno Phil., Testimonia Et Fragmenta 60.3-12
Unproofread scanNot analysed yet
κεῖνος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται, ἔσθλὸς δ’ αὖ κάκεινος ὃς αὐτὸς πάντα νοήσει. χρεῖτόνα γὰρ εἶναι τὸν ἀκούσαι καλῶς δυνάμενον τὸ λεγόμενον καὶ χρῆσθαι αὐτῷ τοῦ δι’ αὐτοῦ τὸ πᾶν συννοήσαντος· τῷ μὲν γὰρ εἶναι 15 μόνον τὸ συνεῖναι, τῷ δ’ εὖ πεισθέντι προσεῖναι καὶ τὴν πρᾶξιν. Ἐρωτηθεὶς δὲ φησὶ διὰ τί αὐστηρὸς ὢν ἐν τῷ πῶτῳ διαχεῖται, ἔφη· „καὶ οἱ θέρμοι πικροὶ ὄντες βρεχόμενοι γλυκαίνονται. “φησὶ δὲ καὶ Ἐκάτων ἐν τῷ δευτέρῳ τῶν Χρειῶν ἀνιέσθαι αὐτὸν ἐν ταῖς τοιαύταις κοινωνίαις (secuntur duo apophthegmata). 20 Ἦν δὲ καρτερικώτατος καὶ λιτότατος, ἀπύρῳ τροφῇ χρῶμενος καὶ τρίβωνι λεπτῷ, ὥστε λέγεσθαι ἐπ’ αὐτοῦ· τὸν δ’ οὐτ’ ἄρ χειμὼν κρυνοῖς, οὐκ ὀμβρὸς ἀπειρῶν, οὐ φλόξ ἡλίου δαμάζεται, οὐ νόσος αἰνή, οὐκ ἔρωτις δήμου ἐναρίθμιος, ἀλλ’ ὁ γ’ ἀτειρῆς 25 ἄμφι διδασκαλίῃ τέταται νύκτας τε καὶ ἡμαρ. 6 οἱ γε μὴν καμικοὶ ἐλάνθανον ἐπαινούντες αὐτὸν διὰ τῶν σκωμμάτων. ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις· εἰς ἄρτος, ὄφον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.