Ancient Greek
61.3
Zeno Phil., Testimonia Et Fragmenta 61.3
Unproofread scanNot analysed yet
Φησὶ δὲ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις τὸν πατέρα αὐτοῦ Μνασέαν πολλάκις ἄτε ἔμπορον Ἀθήναζε παραγίνεσθαι καὶ πολλὰ τῶν Σωκρατικῶν βιβλίων ἀποφέρειν ἐπὶ παιδὶ ὄντι τῷ Ζήνωνι· ὅθεν καὶ ἐν τῇ πατρίδι συγκεκροτῆσθαι. καὶ οὕτως ἐλθόντα εἰς Ἀθήνας Κράτητι παραβαλεῖν. δοκεῖ δέ, φησὶ, καὶ τὸ τέλος αὐτὸς ὁρίσαι, τῶν πλανωμένων περὶ τὰς ἀποφάσεις. ὧννε δέ, φασί, καὶ κάππαριν, καθάπερ Σωκράτης τὸν κύνα.